Add parallel Print Page Options

Καὶ [a]μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου [b]θεωρήσουσιν [c]σοῦ τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ [d]τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν [e]ἑορτήν· ἐγὼ [f]οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ [g]ἐμὸς καιρὸς οὔπω πεπλήρωται. ταῦτα [h]δὲ εἰπὼν [i]αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ [j]εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς [k]περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [l]δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης [m]ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 [n]ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς [o]ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

19 Οὐ Μωϋσῆς [p]δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ [q]ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν [r]λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν [s]κρίνετε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NIV ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 θεωρήσουσιν WH Treg NIV ] θεωρήσωσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 σοῦ τὰ ἔργα WH Treg NA ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:4 τι ἐν κρυπτῷ WH Treg NIV ] ἐν κρυπτῷ τι RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἑορτήν WH Treg NIV ] + ταύτην RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 οὐκ Treg NA ] οὔπω WH NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἐμὸς καιρὸς WH Treg NIV ] καιρὸς ὁ ἐμὸς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:9 δὲ WH NIV RP ] – Treg
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:9 αὐτὸς Treg NIV ] αὐτοῖς WH RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10 εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NIV ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 περὶ αὐτοῦ ἦν πολὺς WH Treg NIV ] πολὺς περὶ αὐτοῦ ἦν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 δὲ WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:14 ἀνέβη WH Treg NIV ] + ὁ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:15 ἐθαύμαζον οὖν WH Treg NIV ] Καὶ ἐθαύμαζον RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:16 NIV RP ] – WH Treg
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:19 δέδωκεν NIV RP ] ἔδωκεν WH Treg
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:20 ὄχλος WH Treg NIV ] + καὶ εἶπεν RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:23 λαμβάνει Treg NIV RP ] + ὁ WH
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:24 κρίνετε WH Treg NIV ] κρίνατε RP